Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.40.2 | Hdt. 4.42.3 (English) | >>Hdt. 4.43.5 |
4.42.2 Λιβύη μὲν γὰρ δηλοῖ ἑωυτὴν note ἐοῦσα περίρρυτος , πλὴν ὅσον αὐτῆς πρὸς τὴν Ἀσίην οὐρίζει , Νεκῶ τοῦ Αἰγυπτίων βασιλέος πρώτου τῶν ἡμεῖς ἴδμεν καταδέξαντος · ὃς ἐπείτε τὴν διώρυχα ἐπαύσατο ὀρύσσων τὴν ἐκ τοῦ Νείλου διέχουσαν ἐς τὸν Ἀράβιον κόλπον , ἀπέπεμψε Φοίνικας ἄνδρας πλοίοισι , ἐντειλάμενος ἐς τὸ ὀπίσω διʼ Ἡρακλέων στηλέων ἐκπλέειν ἕως ἐς τὴν βορηίην θάλασσαν καὶ οὕτω ἐς Αἴγυπτον ἀπικνέεσθαι .
4.42.3 ὁρμηθέντες ὦν οἱ Φοίνικες ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἔπλεον τὴν νοτίην θάλασσαν · ὅκως δὲ γίνοιτο φθινόπωρον προσσχόντες ἂν σπείρεσκον τὴν γῆν , ἵνα ἑκάστοτε τῆς Λιβύης πλέοντες γινοίατο , καὶ μένεσκον τὸν ἄμητον ·
4.42.4 θερίσαντες δʼ ἂν τὸν σῖτον ἔπλεον , ὥστε δύο ἐτέων διεξελθόντων τρίτῳ ἔτεϊ κάμψαντες Ἡρακλέας στήλας ἀπίκοντο ἐς Αἴγυπτον . καὶ ἔλεγον ἐμοὶ μὲν οὐ πιστά , ἄλλῳ δὲ δή τεῳ , ὡς περιπλώοντες τὴν Λιβύην τὸν ἥλιον ἔσχον ἐς τὰ δεξιά .
ch. 43
4.43.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.40.2 | Hdt. 4.42.3 (English) | >>Hdt. 4.43.5 |